Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Εἰ τὰ ϲκληρὰ πάντα κατὰ τὴν ἕψηϲιν ἁλυκοὺϲ γεννᾷ χυμούϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-134
Not analysed yet
Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν ϲκληροϲάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεϲμάτων, ὅϲα ϲκληρά, Πραξαγόραϲ καὶ Φυλότι μοϲ οἴονται τὸν |ἁλυκὸν γεννᾶϲθαι χυμὸν ἐν ταῖϲ ἐπὶ πλέον ἑψήϲεϲιν, ὀνομάζουϲι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρόν, ἀλλὰ καὶ νιτρώδη.