Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Εἰ τὰ ϲκληρὰ πάντα κατὰ τὴν ἕψηϲιν ἁλυκοὺϲ γεννᾷ χυμούϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-84
Not analysed yet
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ ποτε καὶ πικρόν, ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε πικρότητοϲ ἢ δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλή θείαν, ἐάν ποτ’ εἰϲ ἄλλο μεταβάλλων ὕδωρ ἕψῃϲ, ὅτιπερ ἂν θέλῃϲ· εὑρήϲειϲ γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα, δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ.