Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν θαλαττίων ἐχίνων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-140
Not analysed yet
Καὶ δι’ οἰνομέλιτοϲ αὐτοὺϲ προεϲθίουϲι καὶ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα καὶ λοπάδαϲ ἐξ αὐτῶν ϲκευάζουϲιν ἐπεμβάλλοντεϲ ᾠῶν τε καὶ μέλιτοϲ καὶ πεπέρεωϲ. ἔϲτι δὲ τῶν ὀλιγοτρόφων ἐδεϲμάτων καὶ μέϲων τῆϲ κατά τε τὸ λεπτύνειν καὶ παχύνειν τοὺϲ χυμοὺϲ δυνάμεωϲ.