Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ μέλιτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-141
Not analysed yet
Ἡ τῶν τροφῶν ὕλη πᾶϲα μέχρι δεῦρο διττοῖϲ γένεϲι περιληφθεῖϲα τὸ μὲν ἕτερον αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δ’ ἕτερον ἐκ ζῴων. ἑκατέρου δ’ |αὐτῶν ἀφώριϲται τὸ μέλι. γίγνεται μὲν γὰρ ἐπὶ τοῖϲ φύλλοιϲ τῶν φυτῶν, ἔϲτι δ’ οὔτε χυλὸϲ αὐτῶν οὔτε καρπὸϲ οὔτε μόριον, ἀλλ’ ὁμογενὲϲ μὲν ταῖϲ δρόϲοιϲ, οὐ μὴν οὔτε ϲυνεχῶϲ οὔθ’ ὁμοίωϲ ἐκείναιϲ γίγνεται δαψιλέϲ.