Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ πιϲῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-20
Not analysed yet
Οἱ πιϲοὶ παραπλήϲιόν τι κατὰ τὴν ὅλην οὐϲίαν ἔχοντεϲ κυάμοιϲ ἐϲθιόμενοί τε κατὰ τοὺϲ αὐτοὺϲ τρόπουϲ ἐν δυϲὶ τοῖϲδε παραλλάττουϲιν, ὅτι τε φυϲώδειϲ οὐκ εἰϲὶν ὁμοίωϲ τοῖϲ κυάμοιϲ ὅτι τε τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουϲι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαϲτέρα τῶν κυάμων εἰϲίν.