Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κυάμου Αἰγυπτίου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-19
Not analysed yet
Ὁ Αἰγύπτιοϲ κύαμοϲ, ὥϲπερ τῷ μεγέθει διενήνοχε πολὺ τοῦ παρ’ ἡμῖν, οὕτω καὶ τὴν φύϲιν ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἔχει. εἴπερ οὖν μέμνηϲαι τὰ περὶ τῶν ὁμογενῶν μέν, ὑγροτέρων δὲ τῇ κράϲει καὶ διὰ τοῦτο περιττωματικωτέρων εἰρημένα κατά τε πέψιν καὶ διαχώρηϲιν καὶ ἀνάδοϲιν καὶ θρέψιν, οὐκέτι δέῃ περὶ τούτου τοῦ κυάμου νῦν ἀκούειν, ἐξ ὧν ἐπὶ τοῦ παρ’ ἡμῖν ἀκήκοαϲ ἐπ’ ἐκεῖνον. μεταβαίνειν δυνάμενοϲ.