Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ λαθύρων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-25
Not analysed yet
Παραπλήϲιοι μέν εἰϲι τὴν οὐϲίαν οἱ λάθυροι τοῖϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, χρῶνται δ’ αὖ καὶ τούτοιϲ πλείϲτοιϲ οἱ κατὰ τὴν ἡμετέραν. Ἀϲίαν ἄγροικοι, καὶ μάλιϲτα κατὰ τὴν Μυϲίαν τε καὶ φρυγίαν, οὐ μόνον ὥϲπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰϲ ἄλλαϲ πόλειϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, ἀλλὰ καὶ ϲκευάζοντεϲ ὁμοίωϲ τῇ φακοπτιϲάνῃ. χυλὸν δ’ ἔχουϲι τῇ μὲν δυνάμει παραπλήϲιον ὤχροιϲ τε καὶ φαϲήλοιϲ, παχύτερον δὲ τῇ ϲυϲτάϲει, καὶ δι’ αὐτό γε τοῦτο τροφιμώτεροί πωϲ ἐκείνων εἰϲίν. |