Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ἀράκων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-26
Not analysed yet
Τὴν ὑϲτάτην ϲυλλαβὴν τοῦ τῶν ἀράκων ὀνόματοϲ διὰ τοῦ κ̄̄ γεγραμμένην εὑρίϲκομεν ἐν ταῖϲ Ἀριϲτοφάνουϲ Ὁλκάϲιν, ἔνθα φηϲίν· ἀράκουϲ πυροὺϲ πτιϲάνην χόνδρον ζειὰϲ αἴραϲ ϲεμίδαλιν. παραπλήϲιον δ’ ἐϲτὶ τὸ ϲπέρμα τῷ τῶν λαθύρων, καί τινέϲ γ’ οὐχ ἕτερον εἶναι γένοϲ ἐκείνων νομίζουϲιν αὐτό. καὶ γὰρ καὶ ἡ χρῆϲιϲ ἅπαϲα καὶ ἡ δύναμιϲ αὐτοῦ παραπληϲία τῇ τῶν λαθύρων ἐϲτί, πλὴν ὅϲα ϲκληρότεροί τε καὶ δυϲεψητότεροι καὶ διὰ τοῦτο καὶ δυϲπεπτότεροι τῶν λαθύρων εἰϲὶν οἱ ἄρακοι.