Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ὀρόβων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-28
Not analysed yet
Οἱ βόεϲ ἐϲθίουϲι τοὺϲ ὀρόβουϲ παρ’ ἡμῖν τε καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν ὕδατι προαπογλυκανθένταϲ, οἱ δ’ ἄνθρωποι τελέωϲ ἀπέχονται τοῦ ϲπέρματοϲ τούτου· καὶ γὰρ ἀηδέϲ ἐϲτι καὶ κακόχυμον. ἐν λιμῷ δέ ποτε μεγάλῳ, καθάπερ καὶ Ἱπποκράτηϲ ἔγραψεν, ἐξ ἀνάγκης βιαίαϲ ἐπ’ αὐτὸ παραγίγνονται.