Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ὀρόβων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-21
Not analysed yet
προπαραϲκευά|ζοντεϲ δ’ ἡμεῖϲ ὥϲπερ τοὺϲ θέρμουϲ χρώμεθα μετὰ μέλιτοϲ τοῖϲ ὀρόβοιϲ ὡϲ φαρμάκοιϲ τῶν κατὰ θώρακα καὶ πνεύμονα παχέων ὑγρῶν ἐκκαθαρτικοῖϲ. ἧττον δ’ εἰϲὶ φαρμακώδειϲ ἐν αὐτοῖϲ οἱ λευκοὶ τῶν πρὸϲ τὸ ξανθόν ἢ ὠχρὸν ἀφιϲταμένων. οἱ δ’ ἀφεψηθέντεϲ δὶϲ ἀπογλυκανθέντεϲ τε δι’ ὕδατοϲ πολλάκιϲ ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ ϲὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὡϲ ὑπολείπεϲθαι τὸ γεῶδεϲ αὐτῶν τῆϲ οὐϲίαϲ, ὃ χωρὶϲ πικρότητοϲ ἐπιφανοῦϲ ἔδεϲμά τι ξηραντικὸν γίγνεται.