Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ϲηϲάμου καὶ ἐρυϲίμου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-29
Not analysed yet
Λιπαρόν ἐϲτι τὸ τῶν ϲηϲάμων ϲπέρμα, διὸ καὶ τάχιϲτα κείμενον ἐλαιηρὸν γίγνεται. διὰ τοῦτ’ οὖν ἐμπίπληϲί τε τοὺϲ ἐϲθίονταϲ αὐτὸ ταχέωϲ ἀνατρέπει τε τὸν ϲτόμαχον καὶ βραδέωϲ πέττεται καὶ τροφὴν δίδωϲι τῷ ϲώματι λιπαρὰν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντιθέναι τοῖϲ κατὰ γαϲτέρα μορίοιϲ οὐ δύναται, καθάπερ οὐδ’ ἄλλο τι τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐϲτι, διὰ τοῦτ’ οὐδὲ διεξέρχεται ταχέωϲ. ἐϲθίουϲι δ’ αὐτὸ μόνον μὲν οὐ πάνυ τι, ϲὺν μέλιτι δ’ ἑφθῷ, |τὰϲ καλουμέναϲ ὑπὸ τῶν πολλῶν ϲηϲαμίδαϲ ἀναπλάττοντεϲ. ἐπιπάττουϲι δὲ καὶ τοῖϲ ἄρτοιϲ αὐτό.