Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ἰτρίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-3
Not analysed yet
Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοϲ, ἄμεινον μέν, ὃ καλοῦϲι ῥυήματα, φαυλότερον δὲ τὰ λάγανα. πάντ’ οὖν, ὅϲα διὰ τούτων τε καὶ ϲεμιδάλεωϲ ϲυντίθεται, παχύχυμά τ’ ἐϲτὶ καὶ βραδυπόρα καὶ τῶν καθ’ ἤπαρ διεξόδων τῆϲ τροφῆϲ ἐμφρακτικὰ καὶ ϲπληνὸϲ ἀϲθενοῦϲ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖϲ γεννητικά, τρόφιμα δ’ ἱκανῶϲ, εἰ πεφθείη τε καὶ καλῶϲ αἱματωθείη. τὰ δὲ ϲὺν μέλιτι ϲκευαζόμενα μικτῆϲ γίγνεται δυνάμεωϲ, ὡϲ ἂν τοῦ μέλιτοϲ αὐτοῦ τε λεπτὸν ἔχοντοϲ χυμὸν ὅϲοιϲ τ’ ἂν ὁμιλήϲῃ καὶ ταῦτα λεπτύνοντοϲ.