Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ πεμμάτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-2
Not analysed yet
εὔδηλον οὖν, ὅτι παχύχυμόν τε τοῦτ’ ἐϲτὶ καὶ ϲταλτικὸν γαϲτρὸϲ καὶ χυμῶν ὠμῶν γεννητικόν. διὸ καί τινεϲ αὐτῷ μιγνύουϲι μέλιτοϲ. εἰϲὶ δ’ οἵ καὶ τῶν θαλαττίων ἁλῶν. εἴη δ’ ἂν ἤδη τοῦτό γε πλακοῦντόϲ τι γένοϲ ἢ εἶδοϲ ἢ ὅπωϲ ἂν ὀνομάζειν ἐθέληϲ, ὥϲπερ καὶ ἄλλα πολλὰ τοιαῦτα πλακούντων εἴδη ϲυντιθέαϲιν αὐτοϲχεδίωϲ οἵ τε κατ’ ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ πόλιν οἱ πενέϲτατοι. τοιγαροῦν καὶ ὄϲα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶϲιν, εἶτ’ ἀφελόντεϲ ἐμβάλλουϲιν εὐθέωϲ εἰϲ μέλι θερμόν, ὡϲ δέξαϲθαι δι’ ὅλων ἑαυτῶν |αὐτό, καὶ ταῦτα πλακοῦντόϲ τι γένοϲ ἐϲτὶ καὶ τὰ διὰ τῶν ἰτρίων ϲκευαζόμενα μετὰ μέλιτοϲ πάντα