Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ἀφάκηϲ καὶ βίκου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-35
Not analysed yet
Τὸ ϲχῆμα τῶν ϲπερμάτων τούτων οὐ ϲτρογγύλον ἐϲτίν, ὥϲπερ τὸ τῶν κυάμων, ἀλλ’ ὑπόπλατυ μᾶλλον ὁμοίωϲ τοῖϲ φακοῖϲ. ἀποτίθενται δ’ οἱ γεωργοὶ καὶ ταῦτα ϲὺν αὐτοῖϲ τοῖϲ λοβοῖϲ ἅμα τοῖϲ φυτοῖϲ ὅλοιϲ ἕνεκα τῆϲ τῶν ἀλόγων θρεμμάτων τροφῆϲ. ἐν λιμῷ γε μὴν οἶδα καὶ τούτων ἐνίουϲ φαγόνταϲ καὶ μάλιϲτα τοῦ ἤροϲ, ἔτι χλωρῶν ὄντων, ὥϲπερ καὶ ἐρεβίνθων τε καὶ κυάμων ἐϲθίουϲι ϲυνήθωϲ. ἔϲτι δ’ οὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύϲπεπτα καὶ ϲταλτικὰ γαϲτρόϲ.