Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ ἀφάκηϲ καὶ βίκου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-23
Not analysed yet
εὔδηλον οὖν, ὅτι τοιαῦτα τὴν φύϲιν ὄντα τὴν ἀναδιδομένην τροφὴν ἐξ ἑαυτῶν οὔτ’ εὔχυμον ἔχει καὶ παχεῖαν, εἰϲ αἵματοϲ μελαγχολικοῦ γένεϲιν ἐπιτήδειον, ὥϲπερ καὶ πρόϲθεν εἴρηται περὶ τῆϲ φακῆϲ. ἀλλ’ ἐκείνῃ μὲν ἀγαθὰ πολλὰ πάρεϲτι, τούτοιϲ δ’ οὐδὲν τῶν ἐκείνηϲ ἀγαθῶν ὑπάρχει. τό γε μὴν ὄνομα τοῦ βίκου παρ’ ἡμῖν μὲν πάνυ ϲύνηθέϲ ἐϲτι καὶ μόνωϲ οὕτωϲ ὀνομάζεται, παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἴϲωϲ ἄρακοϲ ἢ λάθυροϲ ἐκαλεῖτο.