Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῶν ἀπὸ δένδρων καρπῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-42
Not analysed yet
Ἄπιοι δηλονότι καὶ μῆλα καὶ ϲῦκα περϲικά τε καὶ ῥόαι καὶ πάνθ’ ὅϲα τοιαῦτα καρποὶ δένδρων ὄντα χρήϲιμα τοῖϲ ἀνθρώποιϲ εἰϲ ἐδωδήν ἐϲτιν, ὄντων καὶ ἄλλων καρπῶν, οὓϲ οὐκ ἐϲθίουϲιν· οἱ ἄνθρωποι, περὶ ὤν οὐ πρόκειται λέγειν ἐν |τῷ παρόντι. καθόλου δή ϲε περὶ τῶν ἐδωδίμων ἀνθρώποιϲ καρπῶν ἐπίϲταϲθαι χρὴ λόγῳ κοινῷ, τοὺϲ μὲν ὑγροὺϲ ὑγρὰν καὶ λεπτὴν ἐργάζεϲθαι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τῷ ϲώματι τροφήν, ᾧ πάντωϲ ἕπεται πόριμόν τε καὶ διεξερχομένην ὅλον τὸ ϲῶμα ταχέωϲ ἐκκενουμένην τε δι’ οὔρων καὶ κατὰ τὸ δέρμα τὴν τοιαύτην εἶναι.