Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲικύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-16
Not analysed yet
τοῖϲ οὖν τοὺϲ ϲικύουϲ καλῶϲ πέττουϲιν, ὅταν αὐτῷ τούτῳ θαρϲήϲαντεϲ ἄδην αὐτῶν ἐμφορηθῶϲι, χρόνῳ πολλῷ ψυχρὸν καὶ μετρίωϲ παχὺν ἀθροίζεϲθαι ϲυμβαίνει κατὰ τὰϲ φλέβαϲ χυμόν, οὐκ εὐπετῶϲ ἐπιδέξαϲθαι δυνάμενον τὴν εἰϲ αἷμα χρηϲτὸν ἀλλοίωϲιν ἐν τῇ κατὰ τὰϲ φλέβαϲ πέψει. πάντων οὖν διὰ τοῦτ’ ἀπέχεϲθαι ϲυμβουλεύω τῶν κακοχύμων ἐδεϲμάτων, κἂν εὔπεπτά τιϲιν ᾖ. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸϲ ἐν ταῖϲ φλεψὶ χυμὸϲ ἐξ αὐτῶν ἀθροιζόμενοϲ, ὃϲ ἐπειδὰν ἀφορμῆϲ ὀλίγηϲ εἰϲ ϲῆψιν ἐπιλάβηται, πυρετοὺϲ κακοήθειϲ ἀπεργάζεται.