Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τοῦ τῶν κέδρων καρποῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-51
Not analysed yet
Κεδρίδαϲ ὀνομάζουϲι τὸν τῆϲ κέδρου καρπόν, ὁμοίαϲ μὲν οὔϲαϲ ταῖϲ ἀρκευθίϲι κατά τε χρόαν καὶ ϲχῆμα (καὶ γὰρ ὑπόξανθοι καὶ ϲτρογγύλαι), διαφερούϲαϲ δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένουϲ τῶν φαρμάκων ὁ καρπὸϲ οὗτοϲ ὑπάρχειν, οὐδεμίαν τροφὴν διδοὺϲ τῷ ϲώματι, πλὴν εἴ τιϲ αὐτὰϲ προαποβρέξειεν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥϲτε βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι, τῆϲ δριμύτητοϲ αὐτῶν ἐκλυθείϲηϲ.