Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τοῦ τῶν κέδρων καρποῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-36
Not analysed yet
καὶ μέντοι καὶ ϲκληρότερόϲ τε καὶ ξηρότερόϲ ἐϲτιν ὁ τῶν κέδρων καρπὸϲ τοῦ τῶν ἀρκεύθων, ὥϲπερ ἀμέλει καὶ μικρότεροϲ, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωϲ ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηϲ τ’ ἐϲτὶν ἱκανῶϲ τοῦ ϲτομάχου καὶ κεφαλαλγήϲ, εἰ μὴ πάνυ τιϲ ὀλίγον αὐτοῦ προϲενέγκοιτο.