Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-56
Not analysed yet
Ἔϲτι μὲν οὐχ ἓν αὐτῶν γένοϲ ὥϲπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοῶν· ἔνια μὲν γὰρ αὐϲτηρὸν ἔχει χυμόν, ἔνια δ’ ὀξὺν ἢ γλυκύν, ἔϲτι δ’ ἃ καὶ μικτὸν ἐκ τούτων, ὡϲ ἅμα τε γλυκέα φαίνεϲθαι καὶ ϲτύφοντα, καί τινα ἕτερα μετὰ γλυκύτητοϲ ὀξέα ϲαφῶϲ φαίνεται καὶ πρὸϲ τούτοιϲ ἄλλα ϲτρυφνὰ μετ’ ὀξύτητοϲ. εὕροιϲ δ’ ἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα ϲαφῶϲ, ὡϲ ὀξέα τε φαίνεϲθαι καὶ γλυκέα καί τι καὶ ϲτρυφνότητοϲ ἔχειν.