Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ Ἀρμενιακῶν καὶ πραικοκκίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-37
Not analysed yet
τροφὴ δ’ ὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δ’ Ἀρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.