Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ πυρῶν ἡψημένων ἐν ὕδατι.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-6
Not analysed yet
Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ τις ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκιοτο χρῆν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν ποίησασθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθους ἑφθούς τε καὶ φρυκτοὺς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλομένων τραγημάτων ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες, οὕτως οὐδεὶς προσφέρεται πυροὺς ἑφθούς. διὰ ταῦτα μὲν οὗν οὐδ’ ἂν ἤλπισά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι.