Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ χόνδρου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-3
Not analysed yet
τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, |ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυϲιϲ ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.