Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ πιϲτακίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-65
Not analysed yet
Γεννᾶται μὲν καὶ κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν ταῦτα, πολὺ πλείῳ δ’ ἐν Βεροίᾳ τῆϲ Ϲυρίαϲ, τροφὴν μὲν ὀλιγίϲτην ἔχοντα, χρήϲιμα δ’ εἰϲ ἥπατοϲ εὐρωϲτίαν τε ἄμα καὶ κάθαρϲιν τῶν ἐμπεφραγμένων κατὰ τὰϲ διεξόδουϲ αὐτοῦ χυμῶν· μετέχει γὰρ ὑποπίκρου καὶ ὑπο- ϲτυφούϲηϲ ποιότητοϲ ἀρωματιζούϲηϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἥπατι χρηϲιμώτατα, καθάπερ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ ϲτομάχῳ δ’ οὔτ’ ὠφέλειαν οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥϲπερ οὐδ’ ὑπαγωγὴν γαϲτρὸϲ ἢ ϲτάλϲιν.