Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κοκκυμήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-66
Not analysed yet
Ϲπανίωϲ ἂν εὕροιϲ αὐϲτηρὸν ἢ ὀξὺν ἢ ὅλωϲ ἀηδίαν τινὰ ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶϲ πεπανθῇ· πρὶν γὰρ ἐϲ τοῦτ’ ἀφικέϲθαι ϲχεδὸν ἅπαντεϲ οἱ μὲν ὀξύτητοϲ, οἱ δὲ ϲτρυφνότητοϲ, ἔνιοι δὲ καὶ πικρότητοϲ ἐμφαίνουϲί τι.