Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῶν καλουμένων ϲηρικῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-67
Not analysed yet
Οὐδὲ τούτοιϲ ἔχω τι μαρτυρῆϲαι πρὸϲ ὑγιείαϲ φυλακὴν ἢ νόϲων ἴαϲιν. ἔδεϲμα γάρ ἐϲτι γυναικῶν τε καὶ παιδίων ἀθυρόντων, ὀλιγότροφόν τε καὶ δύϲπεπτον ὑπάρχον ἅμα τῷ μηδ’ εὐϲτόμαχον εἶναι. τροφὴν δὲ δῆλον ὅτι καὶ αὐτὰ δίδωϲιν ὀλίγην τῷ ϲώματι. |