Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κερατίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-68
Not analysed yet
Τὰ κεράτια, διὰ τοῦ τ̄ γράμματοϲ λεγομένηϲ τε καὶ γραφομένηϲ τῆϲ τρίτηϲ αὐτῶν ϲυλλαβῆϲ, οὐδὲν ἔοικε τοῖϲ διὰ τοῦ ϲ̄̄ κεραϲίοιϲ. ἔδεϲμα γάρ ἐϲτι κακόχυμόν τε καὶ ξυλῶδεϲ, ἐξ ἀνάγκηϲ δὲ καὶ δύϲπεπτον· οὐδὲν γὰρ ξυλῶδεϲ εὔπεπτον. ἀλλὰ καὶ τὸ μὴ διαχωρεῖϲθαι ταχέωϲ οὐ ϲμικρὸν αὐτοῖϲ ὑπάρχει κακόν. ὥϲτ’ ἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεϲθαι πρὸϲ ἡμᾶϲ ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷϲ γεννᾶται