Ancient Greek · ~2 min
1 to 2
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-78-2
Not analysed yet
Μαλάχην μὲν ἔφην οὐ μόνον ἥμερον, ἀλλὰ καὶ ἀγρίαν εἶναί τινα, καθάπερ γε καὶ |θριδακίνην· ἄγριον δὲ τεῦτλον οὐκ ἔϲτιν, εἰ μή τιϲ ἄρα τὸ λάπαθον οὕτωϲ ὀνομάζειν βούλοιτο. χυλὸϲ δ’ ἐν τοῖϲ τεύτλοιϲ εἶναι φαίνεται μετρίωϲ ῥυπτικόϲ, ὡϲ καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐπεγείρειν καὶ τὸν ϲτόμαχον ἐνίοτε δάκνειν, καὶ μάλιϲτ’ ἐκείνων, ὅϲοιπερ ἂν εὐαίϲθητον αὐτὸν ἔχωϲι φύϲει, καὶ διὰ τοῦτ’ αὐτοῖϲ κακοϲτόμαχόν ἐϲτιν ἔδεϲμα πλεῖον βρωθέν.