Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μαλάχηϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-52
Not analysed yet
ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίωϲ οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλιϲχρότητα, καὶ μάλιϲθ’ ὅταν ἐλαίου τε καὶ γάρου δαψιλῶϲ τιϲ αὐτῷ ϲυγκαταπίῃ· μετρίωϲ δ’ ἔχει καὶ κατὰ τὴν πέψιν αὐτή, τῶν τριῶν δὲ λαχάνων τούτων εἰ παραβάλλοιϲ τὸν χυλόν, ὁ μὲν τοῦ τεύτλου λεπτότεροϲ καὶ ῥυπτικώτερόϲ ἐϲτιν, ὁ δὲ τῆϲ μαλάχηϲ παχύτερόϲ τε καὶ γλιϲχρότεροϲ, ὁ δὲ τῆϲ θριδακίνηϲ μέϲοϲ ἀμφοῖν.