Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲτρύχνου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-84
Not analysed yet
Τῶν ἐϲθιομένων λαχάνων οὐδὲν οἴδα τοϲαύτην ἔχον ϲτῦψιν, ὅϲην τὸ ϲτρύχνον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν αὐτῷ ϲπανιάκιϲ, ὡϲ φαρμάκῳ δὲ ϲυνεχῶϲ χρώμεθα. δραϲτήριον μὲν γάρ ἐϲτιν, εἰϲ ὅϲα ψύξεωϲ ϲτυφούϲηϲ ἐϲτὶ χρεία, τροφὴν δ’ ἐλαχίϲτην ἔχει.