Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ἀκανθωδῶν φυτῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-85
Not analysed yet
Ἀνίϲχοντα τῆϲ γῆϲ ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν εἰϲ ἀκάνθαϲ αὐτῶν τελευτῆϲαι τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐϲθίουϲιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ δι’ ὕδατοϲ ἕψοντεϲ, ἐναποβάπτοντεϲ δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δ’ ἑφθὰ τούτοιϲ αὐτοῖϲ ἐπιχέοντεϲ ἔλαιον. ὅτι δ’ ἐλαχίϲτην ἔχει τροφὴν πάντα τὰ λάχανα καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν, ἔμπροϲθεν εἴρηται, τὰ δ’ οὖν ἀκανθώδη μετρίωϲ ἐϲτὶν εὐϲτόμαχα. τούτων τῶν φυτῶν καὶ ϲκόλυμόϲ ἐϲτι καὶ ἀτρακτυλὶϲ καὶ ἡ καλουμένη λευκάκανθα δίψακόϲ τε καὶ κνῆκοϲ καὶ τραγάκανθα καὶ ἀτρακὶϲ