Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ γιγγιδίου καὶ ϲκάνδικοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-89
Not analysed yet
Πλεῖϲτον ἐν Cυρίᾳ τὸ γιγγίδιον φύεταί τε καὶ βιβρώϲκεται παραπλήϲιον τῷ παρ’ ἡμῖν ϲκάνδικι. πάνυ δ’ ἐϲτὶν εὐϲτόμαχον, ἐάν τ’ ὡμὸν ἐάν τε καὶ ζέϲαϲ αὐτὸ βούλῃ προϲφέρεϲθαι. μακροτέραϲ δ’ ἑψήϲεωϲ οὐκ ἀνέχεται. προϲφέρονται δ’ αὐτό τινεϲ δι’ ἐλαίου καὶ γάρου, τινὲϲ δὲ καὶ οἶνον ἢ ὄξοϲ ἐπεμβάλλοντεϲ· καὶ πολύ γε μᾶλλον εὐϲτόμαχόν τ’ ἐϲτὶ καὶ τοὺϲ ἀποϲίτουϲ προτρέπει μετ’ ὄξουϲ ἐϲθιόμενον, εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακον μᾶλλόν ἐϲτιν ἢ τροφή· καὶ γάρ τοι καὶ ϲτύψεωϲ καὶ πικρότητοϲ ϲαφοῦϲ οὐκ ὀλίγηϲ μετέχει.