Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ὠκίμου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-90
Not analysed yet
Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ δι’ ἐλαίου καὶ γάρου προϲφερόμενοι, κακοχυμότατον δ’ ἐϲτὶ καὶ διὰ τοῦτο προϲεπικαταψεύδονταί τινεϲ αὐτοῦ φάϲκοντεϲ, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιϲτα γεννᾶν ἐν ὀλίγαιϲ ἡμέραιϲ ϲκορπίουϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ἡλίῳ τιϲ ἑκάϲτηϲ ἡμέραϲ θερμαίνῃ τὴν χύτραν. ἀλλὰ τοῦτο |μὲν ψεῦδόϲ ἐϲτι, κακόχυμον δὲ καὶ κακοϲτόμαχον καὶ δύϲπεπτον εἶναι λάχανον ἀληθῶϲ ἂν εἴποιϲ αὐτό.