Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ἀϲπαράγων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-92
Not analysed yet
Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοιϲ τὴν δευτέραν ϲυλλαβὴν τῶν ἀϲπα- ράγων εἴτε διὰ τοῦ π, καθάπερ ἅπαντεϲ, οὐ νῦν πρόκειται ϲκοπεῖν· οὐδὲ γὰρ τοῖϲ ἀττικίζειν τῇ φωνῇ ϲπουδάζουϲιν, ἀλλὰ τοῖϲ ὑγιαίνειν ἐθέλουϲι γράφεται ταῦτα, κἄν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνοϲ, μήτε γράμματα μήτε νεῖν ἐπίϲτωνται. καλούντων οὖν τῶν νῦν Ἑλλήνων ϲχεδὸν ἁπάντων τοὺϲ ἁπαλοὺϲ καυλούϲ, |ὅταν αὐξάνωνται πρὸϲ τὴν τοῦ καρποῦ τε καὶ ϲπέρματοϲ ἐκβολήν, ἀϲπαράγουϲ διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν, ἐπιτρέψαντεϲ ὅπωϲ ἂν ὀνομάζειν ἐθέλωϲιν οἱ χρώμενοι,