Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ μαράθου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-91
Not analysed yet
Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ ϲπείρουϲιν αὐτὸ κατὰ τοὺϲ κήπουϲ καὶ χρῶνται ϲυνεχέϲτατα μὲν εἰϲ τὰϲ ἀρτύϲειϲ ἀνήθῳ, τῷ μαράθῳ δὲ καὶ ὡϲ ὄψῳ. καὶ γὰρ ἀποτίθενται παρ’ ἡμῖν αὐτὸ παραπληϲίωϲ πυρέθρῳ καὶ τερμίνθῳ ϲυντιθέντεϲ, ὡϲ εἰϲ ὅλον ἐνιαυτὸν εἶναι χρήϲιμον, ὥϲπερ καὶ τὰ κρόμυα καὶ τὰϲ γογγυλίδαϲ ἕτερά τε τοιαῦτα, τὰ μὲν δι’ ὄξουϲ μόνου, τὰ δὲ δι’ ὀξάλμηϲ ϲυντιθέμενα.