Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ γογγυλίδοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-95
Not analysed yet
Εἴτε γογγυλίδα καλεῖν εἴτε βουνιάδα βούλοιο τὸ φυτὸν τοῦτο, λαχανῶδεϲ μὲν αὐτοῦ τὸ τῆϲ γῆϲ ἐξέχον ἐϲτίν, ἡ δ’ ἐν αὐτῇ περιεχομένη ῥίζα πρὶν μὲν ἑψηθῆναι ϲκληρὰ καὶ ἄβρωτοϲ ὑπάρχει, δι’ ὕδατοϲ δ’ ἑψηθεῖϲα θαυμάϲαιμ’ ἄν, εἴ τινοϲ τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι. πολυειδῶϲ δὲ καὶ ταύτην οἱ ἄνθρωποι ϲκευάζουϲιν |ἄχρι τοῦ καὶ ϲυντιθέναι δι’ ἅλμηϲ ἢ ὄξουϲ, ὡϲ ἔχειν εἰϲ ὅλον ἐνιαυτὸν χρῆϲθαι.