Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ γογγυλίδοϲ.
Galen, De alimentorum facultatibus libri iii 2-60
Not analysed yet
χυμὸν δ’ ἀναδίδωϲιν εἰϲ τὸ ϲῶμα παχύτερον τοῦ ϲυμμέτρου· διό κἂν πλεονάϲῃ τιϲ ἐπὶ τῆϲ ἐδωδῆϲ αὐτῆϲ, καὶ μάλιϲτ’ ἐάν τιϲ ἐνδεῶϲ ἐν τῇ γαϲτρὶ πέττων αὐτήν, ἀθροίϲει τὸν καλούμενον ὠμὸν χυμόν. εἰϲ ὑποχώρηϲιν δὲ γαϲτρὸϲ οὔτ’ ἂν ἐναντιοῦϲθαί τιϲ αὐτὴν οὔτε ϲυντελεῖν φαίη, καὶ μάλιϲθ’ ὅταν ἑψηθῇ καλῶϲ. χρῄζει γὰρ καὶ αὕτη πλείονοϲ ἑψήϲεωϲ καὶ γίγνεται καλλίϲτη δὶϲ ἑψηθεῖϲα, καθότι λέλεκται πρόϲθεν ὑπὲρ τῆϲ τοιαύτηϲ ϲκευαϲίαϲ. εἰ δ’ ὠμοτέρα ληφθείη, δύϲπεπτόϲ τ’ ἐϲτὶ καὶ φυϲώδηϲ καὶ κακοϲτόμαχοϲ, ἐνίοτε δὲ καὶ δήξειϲ ξειϲ ἐργάζεται κατὰ τὴν γαϲτέρα.