Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ δρακοντίου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-97
Not analysed yet
Καὶ τούτου τὴν ῥίζαν ἕψοντεϲ δίϲ που καὶ τρίϲ, ὡϲ ἀποθέϲθαι τὸ φαρμακῶδεϲ, ἐϲθίειν ἐνίοτε δίδομεν, ὥϲπερ καὶ τὰϲ τῶν ἄρων, ὅταν ἰϲχυροτέραϲ δέηται δυνάμεωϲ τὰ κατὰ θώρακα καὶ πλεύμονα περιεχόμενα γλίϲχρα καὶ παχέα. κοινὸν δ’ ἐπὶ πάντων ἐδεϲμάτων μεμνῆϲθαί ϲε χρή, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ ϲώματι, τὰ δ’ ἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλήν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐϲφιγμένην ἔχῃ τὴν οὐϲίαν, ὡϲ μήθ’ ὑγρὰ μήτε χαῦνα ταῖϲ ϲυϲτάϲεϲιν εἶναι.