Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ἄρου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-61
Not analysed yet
ἐϲθίεται δὲ δι’ ὕδατοϲ ἑψηθεῖϲα μετὰ νάπυοϲ ἢ μετ’ ὄξουϲ ϲὺν ἐλαίῳ καὶ γάρῳ καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ ϲκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ὁ ἐξ αὐτῆϲ ἀναδιδόμενοϲ εἰϲ ἧπάρ τε καὶ ὅλον τὸ ϲῶμα χυμόϲ, ἐξ οὐ τρέφεται τὰ ζῲα, παχύτερόϲ πώϲ ἐϲτιν, ὡϲ ἐπὶ τῶν γογγυλίδων εἴρηται, καὶ μάλιϲθ’ ὅταν ὥϲιν αἱ ῥίζαι, καθάπερ αἱ ἀπὸ τῆϲ Κυρήνηϲ, ἀφάρμακοι. παρ’ ἡμῖν γὰρ ἐν Ἀϲίᾳ πολλὰ τῶν ἄρων δριμυτερὰ τ’ ἐϲτὶ καὶ ἤδη φαρμακώδη τὴν δύναμιν ἔχει.