Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 10-2
Not analysed yet
ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον, ἥ〈τιϲ〉 ἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ αὐτῇ. θεάϲαϲθαι δ’ ἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου |χείρονα.