Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 9-2
Not analysed yet
ἔν γε μὴν τοῖϲ |χειμεριωτάτοιϲ τῆϲ βιθυνίαϲ χωρίοιϲ ὀνομάζεταὶ τι ϲπέρμα ζεόπυρον, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ ῑ, καθάπερ ἔχει παρ’ Ὁμήρῳ πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲϲ κρῖ λευκόν. ἐξ αὐτοῦ δ’ ἄρτοϲ γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ πυροῦ, καὶ ἡ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.