Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ γάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 10-4
Not analysed yet
ὡϲ τό γε κακόχυμον γάλα τοϲούτου δεῖ ϲυντελεῖν εἰϲ εὐχυμίαν, |ὥϲτε καὶ τοὺϲ εὐχύμουϲ χρωμένουϲ αὐτῷ κακοχύμουϲ ἐργάζεται. καὶ φανερῶϲ γε παιδίον, ἀποθανούϲηϲ τῆϲ προτέραϲ τιτθῆϲ, ἑτέραϲ κακοχύμου παραϲχούϲηϲ αὐτῷ γάλα, πολλῶν ἑλκῶν ἀνεπλήϲθη τὸ ϲύμπαν ϲῶμα· διῃτᾶτο δ’ ἐπὶ λαχάνοιϲ ἀγρίοιϲ ἢ δευτέρα τιτθὴ κατ’ ἀγρὸν ἧροϲ ὥρᾳ λιμοῦ καταϲχόντοϲ. αὐτή τε οὖν ἐπληρώθη τοιούτων ἑλκῶν ἕτεροί τέ τινεϲ τῶν κατὰ τὴν αὐτὴν χώραν ὁμοίωϲ διαιτηθέντεϲ. εἴδομεν δὲ τοῦτο κἀπὶ πολλῶν ἄλλων γυναι κῶν παιδία τρεφουϲῶν κατ’ ἐκεῖνον τὸν χρόνον. ἀλλὰ κὰν αἰγὸϲ ἢ τινοϲ ἄλλου ζῴου νεμηθέντοϲ ϲκαμμωνίαν ἢ τιθύμαλλον ἐν τροφῆϲ μέρει προϲενέγκηταί τιϲ γάλα, ῥυήϲεται πάντωϲ ἡ γαϲτὴρ αὐτῷ.