Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ γάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 11-4
Not analysed yet
καθάπερ οὖν ἐπὶ τῶν ἄλλων ἀπάντων, οὕτω κἀπὶ τοῦ γάλακτοϲ ἀκούειν ϲε χρὴ τῶν δυνάμεων οὐχ ἁπλῶϲ λεγομένων ἐπὶ τοῦ τυχόντοϲ, ἀλλ’ ἐπὶ τοῦ καλλίϲτου μόνου· τὸ δ’ ἀπολειπόμενον ἐν ἑκάϲτῳ γένει τοῦ πρωτεύοντοϲ ἀπολείπεϲθαι δεῖ τοϲοῦτον καὶ τῆϲ εἰϲ ἡμᾶϲ ὠφελείαϲ.