Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὀξυγάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 12-5
Not analysed yet
ὅταν δὲ μέλι μίξαντεϲ αὐτῷ διὰ πυτίαϲ πήξωϲι, χωρίζεται μὲν ἐν τῷδε τῷ ἔργῳ τὸ τε λεπτὸν καὶ ὑδατῶδεϲ αὐτοῦ, προϲφέρονται δ’ ἔνιοι μὲν τὸ πεπηγὸϲ αὐτοῦ μόνον ϲύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδουϲ ἐν τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ πυρώδουϲ ἐν τῇ τῆϲ πυτίαϲ δυνάμει καὶ τοῦ μιχθέντοϲ αὐτοῖϲ μέλιτοϲ. ἔνιοι δὲ καὶ τὸν ὀρὸν τῷ παγέντι ϲυγκαταπίνουϲιν, ἤτοι γε ὡϲαύτωϲ πάντα μετὰ παντὸϲ ἢ θάτερον αὐτῶν πλέον θατέρου. ϲυμβήϲεται δὲ δηλονότι τοῖϲ μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαϲτέρα, τοῖϲ δ’ ἧττον, ἀνὰ λόγον τῇ ποϲότητι τῆϲ ὀρώδουϲ ὑγρότητοϲ.