Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ὀξυγάλακτοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 13-4
Not analysed yet
εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ ϲύμπαν ϲῶμα μᾶλλον μὲν ὑπάρξει τοῖϲ τὸ πεπηγὸϲ μόνον ἐδηδοκόϲιν, ἧττον δὲ τοῖϲ ϲυγκαταπιοῦϲιν αὐτῷ τι καὶ τῆϲ ὀρώδουϲ ὑγρότητοϲ, ἔτι δ’ ἧττον, ὅϲοι τὸ μὲν πεπηγὸϲ ὀλίγον προϲηνέγκαντο, τὸ δ’ ὀρῶδεϲ πλεῖϲτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηϲιν παγέντοϲ, ἤτοι χωρὶϲ μέλιτοϲ ἢ ϲῦν αὐτῷ, διαφορά τιϲ οὐ ϲμικρὰ γενήϲεται. δυϲπεπτότερον γάρ ἐϲτι καὶ παχυχυμότερον ἔτι τε βραδυπορώτερον εἰϲ τὴν κάτω διέξοδον, ὅταν μὴ |προϲλάβῃ μέλιτοϲ. ἥ γε μὴν ὅλου τοῦ ϲώματοϲ θρέψιϲ ἐξ ἀμφοτέρων γίγνεται δαψιλήϲ.