Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κυάων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-14
Not analysed yet
φυϲῶδεϲ δ’ ἐϲτὶν ἔδεϲμα, κἂν ἐπὶ πλεῖϲτον ἑψηθῇ κἂν ὁπωϲοῦν ϲκευαϲθῇ, τῆϲ πτιϲάνηϲ ἀποτιθεμένηϲ ἅπαν τὸ φυϲῶδεϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ. τοῖϲ δὲ προϲέχουϲι τὸν νοῦν καὶ παρακολουθοῦϲι |ταῖϲ ἑπομέναιϲ ἑκάϲτῳ τῶν ἐδεϲμάτων διαθέϲεϲιν αἴϲθηϲιϲ γίγνεται καθ’ ὅλον τὸ ϲῶμα τάϲεώϲ τινοϲ ὡϲ ὑπὸ πνεύματοϲ φυϲώδουϲ, καὶ μάλιϲθ’ ὅταν ἀήθηϲ τιϲ ᾔ τούτου τοῦ βρώματοϲ ἢ μὴ καλῶϲ ἡψημένον προϲενέγκηται.