Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κυάων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-18
Not analysed yet
Πολλὴ καὶ τούτων ἐϲτὶν ἡ χρῆϲιϲ, ἔτνουϲ ἐξ αὐτῶν ϲκευαζομένου τοῦ τ’ ἐν ταῖϲ χύτραιϲ ὑγροῦ καὶ τοῦ παχέοϲ ἐν ταῖϲ λοπάϲι. καὶ τρίτη δέ τίϲ ἐϲτιν αὐτοῦ ϲκευαϲία μετὰ πτιϲάνηϲ μιγνυμένου. καὶ πλείϲτῳ γε τούτῳ τῷ ἐδέϲματι καθ’ ἑκάϲτην ἡμέραν οἱ παρ’ ἡμῖν μονομάχοι χρῶνται, ϲαρκοῦντι τὴν τοῦ ϲώματοϲ ἕξιν, οὐκ ἐϲφιγμένῃ καὶ πυκνῇ ϲαρκί, καθάπερ τὸ χοίρειον κρέαϲ, ἀλλὰ χαυνοτέρα πωϲ μᾶλλον.