Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ πεπόνων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-27
Not analysed yet
τῆϲ δ’ οἷον ϲαρκὸϲ αὐτῶν τὸ ϲπέρμα ῥύπτει μᾶλλον, ὥϲτε καὶ πρὸϲ τοὺϲ λιθιῶνταϲ ἁρμόττει νεφρούϲ, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ ϲώματι καὶ μᾶλλον, ὅταν μὴ καλῶϲ πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺϲ ἀποτελεῖν εἴωθε. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸϲ ἔμετον ἐπιτήδειόϲ ἐϲτι, καὶ πλείων γε βρωθείϲ, ἐὰν μή τιϲ αὐτῷ τι τῶν εὐχύμων ἐδεϲμάτων ἐπιφάγῃ, |κινήϲει πάντωϲ ἔμετον.