Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ πεπόνων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-20
Not analysed yet
πρόδηλον δ’ ὅτι κἀπὶ τούτου τοῦ καρποῦ τὴν προϲηγορίαν οἱ ἄνθρωποι πεποίηνται καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανοϲ. ἡ γάρ τοι πέπων φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέϲτι τὸ πεπεμμένον, ὅπερ ὑπάρχει καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα πεπαίνεται. καὶ γὰρ ὁ βότρυϲ δύναται λέγεϲθαι πέπων, ὅταν ἀκριβῶϲ γένηται πέπειροϲ, ὥϲπερ γε καὶ ὁ μηδέπω τοιοῦτοϲ οὐ πέπων ὀνομάζεται, ἀλλ’ ὠμόϲ τε καὶ ἄωροϲ, αἴ τ’ ὀπῶραι πᾶϲαι κατὰ τὸν αὐτὸν λόγον αἴ τ’ ἄπιοι καὶ κολοκύν- θαι καλοῦνται ϲυνήθωϲ πέπειροι, καθάπερ γε καὶ ὁ μηλοπέπων ἐν ἑαυτῷ περιλαβών ἔχει τὸ πέπων.