Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲικύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-28
Not analysed yet
τὰϲ μὲν οὖν εὐπέπτουϲ τε καὶ δυϲπέπτουϲ ἑκάϲτῳ τροφὰϲ ἤτοι κατὰ τὴν ἰδιότητα τῆϲ οὐϲίαϲ ἢ |κατά τι ϲύμπτωμα τῇ πείρᾳ κριτέον. ὁποῖον δέ τι λέγω τὸ κατά τι ϲύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δεδήλωται. τοῖϲ γὰρ ἤτοι χολώδη χυμὸν ἢ ὅλωϲ περίττωμα μοχθηρὸν ὁτιοῦν ἀθροίζουϲι πολλάκιϲ ἐν τῇ γαϲτρὶ διαφθείρεται ῥᾳδίωϲ ὅϲα τὴν φύϲιν εὔπεπτον ἔχει, καθάπερ ἐνίοιϲ τῶν ἀνθρώπων, ὅϲοι τὸ ἔμφυτον θερμὸν οὐχ ὑγρὸν οὐδ’ εὔκρατον, ἀλλ’ αὐχμῶδέϲ τε καὶ πυρῶδεϲ ἔχουϲι. καὶ γὰρ καὶ τούτοιϲ διαφθείρεται ῥᾳδίωϲ ἀλλοιούμενα τὰ μάλιϲτ’ ἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοιϲ ἡ ἐρυγὴ κνιϲώδηϲ τοὐπίπαν.